Add parallel Print Page Options

44 [a]Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν θησαυρῷ κεκρυμμένῳ ἐν τῷ ἀγρῷ, ὃν εὑρὼν ἄνθρωπος ἔκρυψεν, καὶ ἀπὸ τῆς χαρᾶς αὐτοῦ ὑπάγει καὶ [b]πωλεῖ πάντα ὅσα ἔχει καὶ ἀγοράζει τὸν ἀγρὸν ἐκεῖνον.

45 Πάλιν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν [c]ἀνθρώπῳ ἐμπόρῳ ζητοῦντι καλοὺς μαργαρίτας· 46 [d]εὑρὼν δὲ ἕνα πολύτιμον μαργαρίτην ἀπελθὼν πέπρακεν πάντα ὅσα εἶχεν καὶ ἠγόρασεν αὐτόν.

47 Πάλιν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν σαγήνῃ βληθείσῃ εἰς τὴν θάλασσαν καὶ ἐκ παντὸς γένους συναγαγούσῃ· 48 ἣν ὅτε ἐπληρώθη ἀναβιβάσαντες ἐπὶ τὸν αἰγιαλὸν καὶ καθίσαντες συνέλεξαν τὰ καλὰ εἰς [e]ἄγγη, τὰ δὲ σαπρὰ ἔξω ἔβαλον. 49 οὕτως ἔσται ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος· ἐξελεύσονται οἱ ἄγγελοι καὶ ἀφοριοῦσιν τοὺς πονηροὺς ἐκ μέσου τῶν δικαίων 50 καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.

51 [f]Συνήκατε ταῦτα πάντα; λέγουσιν αὐτῷ· [g]Ναί. 52 ὁ δὲ εἶπεν αὐτοῖς· Διὰ τοῦτο πᾶς γραμματεὺς μαθητευθεὶς [h]τῇ βασιλείᾳ τῶν οὐρανῶν ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδεσπότῃ ὅστις ἐκβάλλει ἐκ τοῦ θησαυροῦ αὐτοῦ καινὰ καὶ παλαιά. 53 καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τὰς παραβολὰς ταύτας, μετῆρεν ἐκεῖθεν.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 13:44 Ὁμοία WH Treg NIV ] Πάλιν ὁμοία RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 13:44 πωλεῖ πάντα ὅσα ἔχει Treg NIV ] πωλεῖ ὅσα ἔχει WH; πάντα ὅσα ἔχει πωλεῖ RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 13:45 ἀνθρώπῳ Treg NIV RP ] WH
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 13:46 εὑρὼν δὲ WH Treg NIV ] ὃς εὑρὼν RP
  5. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 13:48 ἄγγη WH Treg NIV ] ἀγγεῖα RP
  6. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 13:51 Συνήκατε WH Treg NA ] Λέγει αὐτοῖς ὁ Ἰησοῦς Συνήκατε NIV RP
  7. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 13:51 Ναί WH Treg NIV ] + κύριε RP
  8. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 13:52 τῇ βασιλείᾳ WH Treg NIV ] εἰς τὴν βασιλείαν RP